Ancient Greek · ~6 min
ΨΑΛΜΟΣ ΙΕ΄
Origen, Selecta in Psalmos [Dub.] 3-13
Not analysed yet
Τοῖς ἀγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσε πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν, κ. τ. ἑ. Ὁ ἁμαρτωλὸς (28) ἔξω τῆς γῆς ἐστι τοῦ Θεοῦ, ᾧ οὐκ ἕδειξεν τὰ θαυμάσια. Ὁ Χριστὸς δὲ περὶ τῶν κατʼ αὐτὸν μεμορφωμένων τελείων ἐρεῖ· Πάντα τὰ θελήματά μου ἐν αὐτοῖς. Καὶ ἐπληθύνθησαν μὲν αἱ ἀσθένειαι τῶν ἀπὸ τῶν ἐθνῶν· ἐτάχυναν δὲ τῇ μετανοίᾳ μεταβάλλοντες. Ζητήσεις δὲ εἰ οὗτοι κατά τινα ἐκδοχὴν ἅγιοί ποτε ἦσαν ἐν τῇ γῇ τοῦ Θεοῦ οἰκοῦντες, πρὶν πληθυνθῆναι τὰς ἀνομίας αὐτῶν· ἧ τινες αὐτῶν ὁ Ἰσραήλ εἰσιν, ἐν οἷς ἦν ποτε τὰ θελήματα τοῦ Θεοῦ· ἢ οὕτως ἐν οὐρανῷ οἱ ἅγιοι τὸ πολίτευμα ἔχοντες ἐπὶ τῆς γῆς αὐτοῦ διατρίβουσιν, κἃν ἕτι ὦσιν ἐν ταύτῃ τῇ γῇ. Θελήματα δὲ Θεοῦ αἰ κατʼ εἶδος ἀρεταὶ, ὡς ἐν τῷ· «Εὗρον Δαυΐδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὅς ποιήσει πάντα τὰ θελήματά μου. »Ταῦτα θαυμαστοῖ ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ τῶν λοιπῶν ἀνθρώπων ἅμεινον ἀσκοῦσι τὰς ἀρετάς· ἀσυγκρίτως γὰρ ὑπερέσχον κατὰ μὲν ἀνδρείαν ἀπόστολοί τε, προφῆται καὶ μάρτυρες, κατὰ δὲ σωφροσύνην Ἰωσὴφ καὶ Σωσάννα, καὶ κατὰ τὰς ἑτέρας ὁμοίως. Οὕτω δέ τις θαυμαστωθεὶς αἰσχύνεται τῆς ἰδίας ἀσθενείας, πολὺ τῆς θείας ἰσχύος ἀπολειπόμενος. Αἱ δὲ ἀσθένειαι, μέχρι τοῦ ἐννοῆσαι μόνον αὐτὰς παραμένουσαι, ταχέως ἀπίασι διὰ τὸ ἐνδυναμοῦσθαι τοὺς ἁγίους ὑπὸ Χριστοῦ λέγοντας· «Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. »