Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΜΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-31
Not analysed yet
Τοῦ αὐτοῦ. Τὸ ἐξαπεσταλμένον (3) ἐπὶ τὴν Ἰησοῦ ψυχὴν φῶς Θεοῦ, καὶ ἀλήθεια αὐτοῦ ὸ Μονογενής ἐστιν. Ὅτι γὰρ ἔχομεν ἀρχιερέα μέγαν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ ἐνδεδυμένον, δηλώσει μὲν τὸ ἐξαποσταλὲν ἐπʼ αὐτὸν φῶς τοῦ Θεοῦ· ἀλήθειαν δὲ, οὐ τύπον, διδάσκει ἡ προκειμένη λέξις. Ἅτινα, αὐτὸν ὀδηγὴσαντα, ἤγαγον εἰς τὸ πνευματικὸν ἅγιον τοῦ Θεοῦ ὄρος, καὶ εἰς τὰ ἀληθινὰ σκηνώματα αὐτοῦ, ἵνα ὡς ἀρχιερεὺς εἰσέλθῃ πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ. Τάχα δὲ «ὄρος ἅγιον »τοῦ Θεοῦ ἦ οἰκία τοῦ Πατρός ἐστι· «σκηνώματα »δὲ αὐτοῦ αἱ πολλαὶ ἐν αὐτῇ μοναί. Ἤ «τὰ σκηνώματα, »αὐτοῦ αἰώνιοι σκηναί. Ζητήσεις δὲ πότερον εἰ ἐν τῷ ἁγίῳ ὄρει τὰ σκηνώματά ἐστι, καὶ τίνα ταῦτα· εἰ τὰ πρὸς αὐτὸν τὸν Θεὸν εὐφραίνοντα τὴν νεότητα αὐτοῦ. Οὐ γὰρ εἶχε παθαιότητα. Καὶ τὸ, «Ἐνδυσάμενοι δὲ τὸν νέον, »διὰ ταύτην τὴν νεότητα εἴρηται. Καὶ τῶν τοιούτων νέων ἐστὶν ἡ ἑορτή.