Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 32-2
Not analysed yet
Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα, κ. τ. ἑ. Πορεύεται ἐν πλατυσμῷ, κὰν θλίβηται, ὁ λέγων· «Ἐν θλίψει ἐπλάτυνάς μοι· »καὶ πάλιν· «Ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι· »ἔχει γὰρ τὴν ἀπὸ τοῦ λόγου γενομένην εὐρυχωρίαν, ἥν τις ἁμαρτάνων οὐκ ἔχει. Διό φησι Κορινθίοις ὁ Παῦλος περὶ μὲν ἑαυτοῦ, ὅτι «Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν· »περὶ δὲ ἐκείνων, ὅτι, «Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν.» Τὰ γὰρ κατὰ κακίαν ἔργα τὸν φαῦλον στενοχωρεῖ αὐτὸν ἐν αὐτῷ.