Ancient Greek · ~2 min
ψΑΛΜΟΣ ΙΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-12
Not analysed yet
Tοῦ αὐτοῦ. Μυρίων ἐπὶ τὴς οἰκουμένης(19) κυριευόντων κακῶν, τοῦ μόνου τὴν βοήθειαν ἐνεγκεῖν δυναμένου συναισθόμενον τὸ Πνεῦμα τὸ ἅγιόν φησι· Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; »θὐ γὰρ Μωϋσῆς, οὐκ Ἠλίας, οὐχ ἰσαίας, οὐχ οἱ λοιποὶ τῶν προφητῶν ἐδεδώκεισαν· πάντα τοῦ νόμου τὰ ἔργα πρὸς τοιοῦτόν τι ἦν ἀσθενῆ. Ἀναγκαίου δὲ ὄντος τοῦ ἰατροῦ, τοῦ τὰ πάντα ἰᾶσθαι δυναμένου οὐ τέχνῃ καὶ οὐκ ἔργῳ, ἀλλὰ τῇ τοῦ λόγου δυνάμε, τοῦτον ἐλθεῖν προσεύχεται τὸ Πνεῦμα τὸ ἅγιον.