Ancient Greek · ~2 min
4 to 5
Origen, Selecta in Psalmos [Dub.] 4-50-5
Not analysed yet
Ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτὴν, κ. τ. ἑ. Γῆν λέγει (10) τὴν φύσιν τὴν λογικὴν, ἥτις ἐτάκη ἀπὸ πυρὸς τοῦ πνευματικοῦ ὃ ἦλθε βαλεῖν ὁ Σωτὴρ ἐπὶ τῆς γῆς. Τῆξις δέ ἐστι χωρισμὸς ψυχῆς ἀπὸ κακίας· πῦρ δέ ἐστι νοητὸν διδασκαλία πνευματικὴ τοῦ Σωτῆρος, φθαρτικὴ κακίας καὶ ἀγνωσίας. Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς, κ. τ. ἑ. «Καὶ γνόντες (11) τὴν χάριν, φησὶν ὁ Ἀπόστολος, τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι. »