Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΚ̣?΄.
Origen, Selecta in Psalmos [Dub.] 4-58
Not analysed yet
νοῦ αὐτοῦ. Ἐφʼ ὅσον (86) οἶκός ἐστιν ἡ ψυχὴ, ὡς οἰκοδερπότην ἔχει ἐν ἑαυτῇ τὸν Θεόν· ἐὰν δὲ γένηται ναὸς, ὡς Θεὸν ὑπάρχοντα ἔχει ἐν αὐτῇ τὸν Χριστόν· καὶ διὰ μὲν πρακτικῆς κτᾶται ὡς οἰκοδεσπότην αὐτὸν, διὰ δὲ φυσικῆς θεωρίας ὡς βασιλέα· καὶ πάλιν διὰ θεολογίας ὡς Θεόν. Καὶ τῷ μὲν τρίτῳ ἕπεται ἐξ ἀνάγκης τὰ δύο, ὥσπερ καὶ τῷ δευτερῳ τὸ πρῶτον· τῷ δὲ πρώτῳ νῦν οὐκ ἐξ ἀνάγκης τὸ δεύτερον καὶ τὸ τρίτον.