Ancient Greek · ~2 min
4 to 5
Origen, Selecta in Psalmos [Dub.] 4-63-5
Not analysed yet
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῶ, κ. τ. ἑ. Ἐὰν οἱ πολλοὶ (25) ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ ὁμοθυμαδὸν μιᾷ ψυχῇ καὶ μιᾷ καρδίᾳ αἰνῶσι τὸ ὄνομα καὶ τὴν ἰδιότητα τοῦ βασιλέως, αἰνοῦσι τὸ ὅνομα αὐτοῦ ἐν χορῷ μετὰ συμφωνίας. Ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, κ. τ. ἑ. Οἱ μὲν νεκρώσαντες (26) τὰ ἐπὶ γῆς μέλη, καὶ ἀναγαγόντες ἐπὶ τὸ ξύλον τῷ Χριστῷ συσταυροῦσθαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐν τυμπάνῳ ψάλλουσι τῷ Θεῷ· οἱ δὲ ὁλόκληροι καὶ ἁρμόνιοι τῷ πνεύματι, ἐν ψαλτηρίῳ.