Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 33-2
Not analysed yet
Τοῦ αὐτοῦ. Ἡ πρὸς Θεὸν ἀγάπη ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐρυχωρίαν ἐργάζεται. Ἡ ἀγάπη γάρ. φησὶν, οὐ στενοχωρεῖται. Ἡ ἀγάπη δὲ πρὸς τὸν Θεὸν ἡ τῶν ἐντολῶν αὐτοῦ ζήτησις καὶ κατόρθωσις· φησὶ γὰρ ὁ Κύριος· «Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε· »ὥστε δικαίως ὁ τὰς ἐντολὰς τοῦ Θεοῦ ζητῶν ἐν πλατυσμῷ πορεύεται, τουτέστιν ἐν εὐρυχωρίᾳ πολιτεύεται· ἐπειδὴ ὁ ἀγαπῶν τὸν Κύριον πάντα στέγει, πάντα ὑπομένει, καὶ οὐδεμίαν εἰκότως στενοχωρίαν ὑφίσταται.