Ancient Greek
34 to 37
Origen, Selecta in Psalmos [Dub.] 34-2-37
Not analysed yet
Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην, κ. τ. ἑ. Καὶ ὁ Παῦλός φησιν· «Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγἐλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. »Καὶ ἐμμελετῶν ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάἀναγκαῖόν ἐστι μεμνῆσθαι τῶν λογίων τοῦ Θεοῦ, ἵνα φυλάξωμεν τὸν νόμον τοῦ Θεοῦ τὸν περὶ σωφροσύνης. Αὕτη ἐγενήθη μοι, κ. τ. ἑ. Τὴν Γραφὴν λέγει τὴν θεόπνευστον. Αὕτη γὰρ τῷ δικαίῳ οὐ λέγεται μόνον, ἀλλὰ καὶ γίνεται, ἐπειδὴ τῇ μελέτῃ προστίθησι τὴν κατόρθωσιν· ὅθεν αὐτοῦ καὶ ἐκζητεῖν τὰ δικαιώματα λέγεται, ὡς μὴ παρέργως αὐτὰ μελετῶν. Τοιγαροῦν οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ «ἐξεζήτησα »διετήρησα γράφουσιν. Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξαεσθαι τὸν νόμον σου, κ. τ. ἑ. Ὥσπερ ἐστὶ μερὶς ἡ ἀφροσύη τοῦ ἄφρονος, οὕτω καὶ τοῦ φρονίμου ἡ φρόνησις, καὶ τοῦ δικαίου ἡ δικαιοσύνη.