Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΡΜΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-52
Not analysed yet
Ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρία, κ. τ. ἑ. Εὐδοκεῖ Κύριος (27) ἐν τῇ ἰδίᾳ μερίδι, ἥτις ἐστὶν ὁ λαὸς αὐτοῦ, οὐκ ἐν ἄλλῳ τινὸς ἄρχοντος τοῦ αἰῶνος τούτου λαῷ. Καὶ ὑψώσει πραεῖς εἰς γῆν ἣν κληρονομοῦσιν οἱ πραεῖς, οὐ τὴν κάτω, ἀλλὰ ταύτην ἐφʼ ἧς ἐστιν ἡ ἄνω Ἱερουσαλήμ· ὑψώσει γὰρ Θεὸς πραεῖς ἐν σωτηρίᾳ· καὶ καυχήσονται ὅσιοι ἐν δόξῃ. Ἐν ποίᾳ δόξῃ; εὐλόγως περὶ ἧς φησιν· «Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω· »ἢ τοιαύτῃ ὁποίαν εἶχε Μωϋσῆς, ὅτε δεδόξασται ἡ ὅψις τοῦ προσώπου αὐτοῦ· καὶ περὶ ἧς φησιν ὁ Παῦλος· «Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. »