Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ Ϛ´.
Origen, Selecta in Psalmos [Dub.] 7-4
Not analysed yet
Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, κ. τ. ἑ. Τοιοῦτον στεναγμὸν (35) οἱ υἱοὶ Ἰσραὴλ στενάξαντες ἐν Αἰγύπτῳ, εἰσηκούσθησαν. Καὶ Παῦλος δὲ λέγων· «Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν, »τὸ ὅμοιον ποιεῖ. Τοιοῦτόν ἐστι καὶ τὸ, «Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. »Καὶ οὐκ ἀρκεῖ στενάξαι, ἀλλʼ ὤστε κοπιάσαι δεῖ. Χαριέντως δὲ εἰς προτροπὴν ἁγνείας χρησόμεθα τῷ λόγῳ τούτῳ· «Λούσω καθʼ ἑκάστηνμ νύκτα τὴν κλίνην μου, »ὑπὸ μόνων τῶν ἀεὶ καθαρευόντων ἀπὸ μίξεως φάσκοντες καλῶς λέγεσθαι τὸ, «Λούσω καθʼ ἑκάστην νύκτα τὴν κλίνην μου· »οὗτοι δὲ, καὶ σχολάζοντες τῇ προσευχῇ, ἐν δάκρυσι βρέχουσιν ἑαυτῶν ἐπὶ τοῖς ἡμαρτημένοις πάλαι τὴν στρωμνήν. Διὰ τοῦτο εἶπε· «Μακάριοι οἱ κλαίοντες νυν. »