Ancient Greek
ΨΑΛΜΟΣ Θ´.
Origen, Selecta in Psalmos [Dub.] 8-6
Not analysed yet
Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιὼν, κ. τ. ἑ. Ἐκεῖνος ψάλλει (72) ὁ ἔχων ἐν ἑαυτῷ τὸν Χριστόν. Τοῦτο κατὰ τὴν παλαιὰν τῶν Ἰουδαίων δόξαν εἶπεν ὁ Προφήτης. Ὅμως ἐστὶ καὶ νοητὴ καὶ ἐπουράνιος Σιών. Καὶ ἐν πάσῃ δὲ ψυχῇ οὔσῃ Σιὼν, ἥτις ἑρμηνεύεται σκοπευτήριον, τὰ θεῖα διηνεκῶς σκοποῦσα καὶ φανταζομένη, οἰκεῖ ὁ Θεός. Ἐκζητεῖ καὶ τὰ αἵματα τῶν ἐθνῶν ἀπὸ τῶν ἀποκτεινάντων αὐτὰ, καὶ μιμνήσκεται αὐτῶν, ἀνιστὰς αὐτά. Οὐκοῦν τὸ, «Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετʼ ἤχου, »ἐπὶ τὰς ῥομφαίας μετενεχθήσεται. Ἐκείνων δὲ μέμνηται, ὧν ἐγένετο καταφυγή.