Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ε΄.
Origen, Selecta in Psalmos [Dub.] 8-3
Not analysed yet
Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνη σου ἔνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τόν ὀδόν μου, κ. τ. ἑ. Ὁ προτιθέμενος (24) ὀρθῶς φρονεῖν καὶ πράττειν, πολλοὺς ἐναντίους ἔχει. Εἰσὶ γὰρ καὶ ἄνθρωποι καὶ δαίμονες φθονεροὶ, λυπούμενοι ἐπὶ τοῖς ἀγαθοῖς τῶν κατορθούντων. Τοῦτο δὲ θεωρήσας καὶ ὁ προκείμενος οὐ τῇ ἑαυτοῦ δυνάμει δέδωκε τὸ ἀπομάχεσθαι τοῖς ἐπικειμένοις κατʼ αὐτοῦ, ἀλλὰ παρεκάλεσε τὸν Θεὸν χεῖρα αὐτῷ ὀρέξαι σκεπάζουσαν αὐτὸν ἀβλαβῆ ἀπὸ τῶν τοσούτων καὶ τηλικούτων πολεμίων, φάσκων· Αὐτὸς, ὦ Δέσποτα, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· οὕτω γὰρ κατορθωθείη τὸ τὴν ὁδόν μου ἐνώπιόν σου κατευθυνθῆναι.