Ancient Greek
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 97
Not analysed yet
Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, ὶ ὁ νόμος σου ἀλήθεια, κ. τ. ἑ. Ἡ παρὰ ἀνθρώις δικαιοσύνη πρὸς ὀλίγον ψηφίζεται. Δικαιοσύνη ώνιος δικαιοσύνη κυρίως· ὃν ἂν δικαιοῖς, αἰωνίως ὶ δικαίως βεβαιοῖς. Ἡ δὲ τῶν ἀνθρώπων οὐ τοιτη· πρόσκαιρός τε γὰρ καὶ σφαλλομένη τὰ πολλά. ιὶ ὁ νόμος σου αὐτὸ χρῆμα ἀληθείας, σφόδρα ἀληύων ἐν πᾶσι. Νοεῖται δὲ ἀλήθεια καὶ ἡ ὀρθότης τὰ τό· «Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί υ μελέτη μου, κ. τ. ἑ. Ὥσπερ ἐκζητουσῶν ἡμᾶς ν θλίψεων καὶ τῶν ἀναγκῶν, λέγει τὸ, «Εὕροσάν »Ἤ τάχα θλίψεις οἱ θλίβοντες λέγονται, καὶ άγκαι οἱ τὰς ἀνάγκας ἐπάγοντες· ἔθος γὰρ ἔχει ἡ σφὴ τὰς ἕξεις ἀντὶ τῶν ἐχόντων αὐτὰς ὀνομάζειν. τω γὰρ παρὰ Παύλῳ· «Ἡ ἀγάπη οὐδέποτε ἐκπίει· »και παρὰ Σολομῶντι· «Ἡ κακὴ βουλὴ ἀπέλιπε τὴν διδασκαλίαν τὴν ἐκ νεότητος, καὶ τῆς θείας ἐπελάθετο διαθήκης. »Ποιεῖ δὲ πολλάκις καὶ τὸ ἀνὰ. πάλιν ἡ Γραφὴ, καὶ τὸν πεφυκότα δέχεσθαι τὴν ἀρετὴν ἀντὶ τῆς ἀρετῆς ὀνομάζει. Ἐν γὰρ ταῖς Παροιμίαις φησίν· «Οἱ ἀπαίδευτοι ἐμίσησαν σοφίαν, »ἀντ τοῦ ἀρετήν. Καὶ ὁ Παῦλος· «Μὴ μετατίθεσθε ἀπὸ τοῦ νοὸς ἡμῶν,» τουτέστιν ἀπὸ τῆς τοιᾶσδε γνώμης. Ἐν ταῖς θλίψεσιν αἱ ἐντολαί σου μελέτῃ μου ἦσαν παρηγοροῦσαι καὶ τὸ ἄλγος ἐπικουφίζουσαι. Ταῦτα γὰρ συνέζευκται τοῖς ἐργάταις τῆς ἀρετῆς· ἐκ γὰρ τῆς τούτων διδασκαλίας τὴν ἀνδρίαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυπηρά. Οὕτω καὶ Σύμμαχος ἡρμήνευσεν· «Θλίψεις καὶ κακώσεις κατέλαβόν με, αἱ δὲ ἐντολαί σου ἔτερπόν με. »Ὁ δὲ Ἀκύλας οὕτω· «Θλιμμὸς καὶ συνοχὴ εὗρόν με· αἱ ἐντολαί σου ἀπόλαυσίς μου. »