Ancient Greek
ΠΑΠΠΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΣΥΝΑΓΩΓΗ
Pappus Alexandrinus, Synagoge 6
Not analysed yet
6 Ἀλλὰ δὴ τὸ πλῆθος τῶν ἐχʼ ὧν τὰ Α, προσλαβὸν τὸν διπλασίονα τοῦ πλήθους τῶν ἐχʼ ὧν τὰ Β, μετρούμενον ὑπὸ τετράδος καταλειπέτω πρὸτερον γα. καί συνάγει ὁ Ἀπολλώνιος ὅτι ὁ ἐκ τῶν ἀριθμῶν ἐφʼ αν τὰ Α Β στερεὸς μυριάδες εἰσὶν τοσαῦται ὁμώνυμοι τῷ Ζ, ὅσος ἐστὶν ὁ δεκαπλασίων τοῦ Ε, ἐὰν δὲ τὸ προειρημένον πλῆθος μετρούμενον ὑπὸ τετράδος καταλείπω δύο, ἐκ τῶν ἀριθμῶν στερεὸς τῶν ἐξ᾿ ὧν τὰ Α Β μυριάδες εἰσὶν τοσαῦται ὁμώνυμοι τῷ Ζ, ὅσος ἐστὶν ὁ ἑκατονταπλάσιος τοῦ Ε ἀριθμοῦ, ὅταν δὲ τρεῖς καταλειφθῶσιν, ἴσος ἐστὶν ὁ ἐξ αὐτῶν στερεὸς μυριάσιν τοσαύταις ὁμωνύμοις τῷ Ζ, ὅσος ἐστὶν ὁ χιλιαπλάσιος τοῦ Ε ἀριθμοῦ.