Ancient Greek
125.3
Paulus, Epitomae Medicae Libri Septem 125.3
Unproofread scanNot analysed yet
μα´. Περὶ τῆς ἐν πυρετοῖς ἀγρυπνίας. ὑπερβαλλόντως δὲ ἀγρυπνούντων σκέλη καὶ χεῖρας δεσμεῖν ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ´ ὃν ἐπὶ τὸν ὕπνον εἴωθαι τρέπεσθαι, κελεύομεν καὶ ἐγρηγορέναι διοίγειν τέ ποτε ἢ μῦσαι ἀναγκάζομεν τὰ βλέφαρα, μέχρις ἂν ἱκανῶς κάμωσιν, εἶτα ἐξαίφνης λύομεν τοὺς δεσμοὺς καὶ τὸν λύχνον αἴρομεν ἠσυχίαν τε πολλὴν εἶναι κελεύομεν. ἰσχυρῶς δὲ ἐγκει-μένης τῆς ἀγρυπνίας ἐν ἀνέσει τοῦ παροξυμοῦ προκλυστεὸν τὸ πρόσ-ωπον ἀφεψήματι κυδίων μελαινῶν καὶ ὀσφραντέον μήκυνος λευκῆς κέλυφος φύσαντα καὶ τρίψαντα, καὶ μανδραγόρου ῥίζης λεάνας ἴσον μετ´ οἴνου καὶ ῥοδίνου μάγμα ποιήσας κατάπλασε τὸ μέτωπον ἐρπύλλῳ τε μετὰ μελιλώτου ἐν γλυκεῖ ἐψημένη (τούτῳ δὲ καὶ ἐν παροξυμοῖς χρηστέον), ἢ λείας κωδύας ἀναλαμβάνοντες ἄρτῳ μετὰ ῥοδίνου ἢ κη-ρωτῆς καταπλάσσομεν. καὶ ἡ τροφὴ δὲ περιεργότερα πως ἔστω· συμβαλλέσθω γὰρ τοῖς ῥοφήμασι κωδύας λευκῆς σπέρματος ὅσον κοχλάρια