Ancient Greek
126.1
Paulus, Epitomae Medicae Libri Septem 126.1
Unproofread scanNot analysed yet
τρία, τοῖς δὲ λαχάνοις συνῆδυνέσθω μήκωνος μελαίνης, εἰ μὲν εἴη, φύλλα χλωρὰ ὅσον τοῖς τρισι λαβεῖν δακτύλοις, εἰ δὲ μή, τρεῖς ἢ τέσσαρες κωδύαι ξηραὶ συναφεψηθεῖσαι ἐξαιρεθῶσαν· εἰ δὲ μηδ’ οὕτως κατενεχθείεν, περιχρίεσθωσαν ὅπῳ μήκωνος ἢ μανδραγόρου χυλῷ. καὶ τὸ διὰ τῶν κωδυῶν δὲ συντιθέμενον ἕλξειγμα, καὶ μάλιστα τὸ διὰ τοῦ ἐφήματος, πινόμενον ὅσον κοχλιαρίου ἢ ἐνὸς ἡμίσεως ποσὸν εἰς ὕπνον πολλάκις ἔτρεφεν. ἐφ’ ὧν δὲ μὴ ἐστὶν εὐπλήρωτος ἡ κεφαλὴ, χρηστέον ἐπὶ τῶν ἀγρυπνοῦντων ἐν παρακμαῖς καὶ θυμιάματι τοιούδε· φύλλου ἀμώμου, κόστου, ζαρναβῶν ἀνὰ Γ α, καρποβαλσάμου λι. α, στύρακος [ἀμώμου], ἀμμωνιακοῦ, βδελλίου Σκυθικοῦ, μανδραγόρου ρίζης, ὀποῦ μήκωνος, θυμία ἐπὶ τῶν κυπαρισσίνων ξύλων.