Ancient Greek
210.4
Paulus, Epitomae Medicae Libri Septem 210.4
Unproofread scanNot analysed yet
1 κς´. Περὶ τῶν κατὰ τὸ στόμα παθῶν, καὶ πρῶτον περὶ ὀδόντων. Τῶν ὀδυνωμένων ὀδόντων ἄνευ τῆς τῶν οὐλῶν φλεγμονῆς ἐξὼ ὅτε μὲν ἐν αὐτῷ τῷ οἰκείῳ σώματι τὴν ὀδύνην, ἐξὼ ὅτε δὲ ἐν τῷ εἰς αὐτοὺς καταφερομένῳ νεύρῳ γίνεσθαι συμβαίνει. ἀφδροτάτων οὖν χρεία φαρμάκων· διὰ τοῦτο τὰ πλεῖστα αὐτῶν δι´ ὄξους σκευάζεται δριμυτάτου. οὐλῶν δὲ διὰ φλεγμονὴν ὀδυνωμένων ἀριστὸν ἐστι φάρμακον ἑλαῖον σχίνινον εὖκρατον διακρατούμενον. ἔστω δὲ νέον· ὡς τό γε παλαιὸν εἰς τοσοῦτον τοῦ νέου φαυλότερον, εἰς ὅσον παλαιότερον. ὁ κοινὸς δὲ καὶ νῦν πεφυλάχθω λόγος, ὡς δεῖ προκενοῦσθαι τὸν ἐν ὅλῳ τῷ σώματι πλεονάζοντα χυμόν.