Ancient Greek
64.2
Paulus, Epitomae Medicae Libri Septem 64.2
Unproofread scanNot analysed yet
ογ1. Περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. Μέρος τῆς ὑγιεινῆς πραγματείας καὶ τὸν περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ὑπάρχοντα λόγον τοῖς ἤδη φθάσασιν ὑποτάζομεν ὀλίγα τινὰ τῆς κατὰ μέρος αὐτῶν διδασκαλίας προλαβόντες· χρή γάρ, εἴπερ τι ἄλλο, τὰς ἐν ταῖς τροφαῖς ἐπίστασθαι δυνάμεις. τὰ μὲν οὖν τῆς λεπτονοῦσης δυνάμεως ἐκφράττει τε τὰς διεξόδους καὶ ἀπορρύπτει τὰ προσπλαττόμενα γλίσχρα· τέμνει τε καὶ λεπτύνει τὰ παχέα, συνάγει δὲ τοῖς χρονίσει κατὰ τὴν ἐδωδὴν αὐτῶν ὀρμὴν καὶ χολώδῃ περιττώματα, κἂν ἐτὶ μᾶλλον πλεονάσῃ τις, μελαγχολικὸν τὸ αἷμα καθίσταται. χρή οὖν ἀπέχεσθαι τῆς συνεχούς αὐτῶν χρήσεως, καὶ μάλιστα τοὺς χολώδεις τὴν κράσιν· ἀρμόζει γὰρ μόνοις τοῖς τὸ φλέγμα καὶ τὸν ὠμὸν καὶ γλίσχρον καὶ παχὺν χυμὸν ἠθροικόσι. τὰ δὲ τῆς παχυνούσης τρόφιμα μὲν ἰκανῶς ἐστι, κἂν ἐν τε τῇ γαστρὶ καὶ τῷ ἥπατι πεφθῇ προσεχόντως, εὐχυμον αἷμα γεννᾷ, σπλήνα δὲ καὶ ἧπαρ ἐμφράττει. τούτων δὲ τινὰ μὲν ἐστι παχύχυμα μόνον, ὡς φακή, τινὰ δὲ γλίσχρα, καθάπερ μαλάχη, τινὶ δὲ ἄμφω συμβέβηκε παχύχυμοις τε εἶναι καὶ γλίσχροις, ὡςπερ τοῖς ὀστρακοδέρμοις. ἀσφαλεστέρα τοίνυν ἐστὶν ἡ λεπτόνουςα δίαιτα προφυλακῆς τῆς ὑγείας ἕνεκα τῆς παχυνούσης μᾶλλον, ὀλιγότροφος δὲ οὐσα τόνον οὐκ ἐντίθησιν οὐδὲ ῥώμην τοῖς σώμασι, καὶ χρή ποτε καὶ τῶν πολυτρόφων προσφέρεσθαι μετρίως, ἥνίκα τις ἐνδείας ἀντιλαμβάνεται. μάλιστα δὲ ἂν ἀκινδύνως μεταλαμβάνοιεν αὐτῆς