Ancient Greek
76.5 to 77.1
Paulus, Epitomae Medicae Libri Septem 76.5-77.1
Unproofread scanNot analysed yet
γβ' Περί μαλακίων. Τὰ δὲ μαλάκια, οἷον πολύποδες, σπῆται, τευθίδες, σκληρὰ τέ ἐστι καὶ δύσπεπτα, καὶ μᾶλλον οἱ πολύποδες, τῶν δὲ ἁλυκῶν χυμὸν ὀλίγον ἔχουσι· πεπτόμενα δὲ τροφὴν οὐκ ὀλίγην παρέχουσι τῷ σώματι. ζγ´ Περὶ κελαιχίων. Τῶν δὲ κελαιχίων νάρκαι μὲν καὶ τρυγόνες μαλακὴν καὶ ἡδεῖαν ἔχουσι τὴν σάρκα καὶ ταχέως ὑπιοῦσαν καὶ εὐπεπτον καὶ τρόφιμον· βάτοι δὲ καὶ λειόβατοι καὶ ῥίναι καὶ τὰ τοιαῦτα σκληρότερα καὶ δύσπεπτα καὶ μᾶλλον· τρόφιμα· καθόλου γὰρ τὰ σκληρόσκαρκα τῶν ζῴων καὶ δύσπεπτά ἐστι καὶ τροφιμώτερα, πολλὴν τε καὶ στερεὸν παρέχει τροφήν.