Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 106
Not analysed yet
Θησεὺς ὁ Αἰγέως λαχὼν μετὰ τῶν ἠϊθέων εἰς Κρήτην πλεῖ, τῷ Μινωταύρῳ παρατεθησόμενος πρὸς ἀναίρεσιν. Ἀφικομένου δὲ αὐτοῦ ἐρωτικῶς πρὸς αὐτὸν διατεθεῖσα ἡ τοῦ Μίνωος θυγάτηρ Ἀριάδνη, δίδωσιν ἀγαθίδα μίλτου (Buttm. conj. μίτου) λαβοῦσα παρὰ Δαιδάλου τοῦ τέκτονος, καὶ διδάσκει αὐτὸν, ἐπειδὰν εἰσέλθῃ, τὴν ἀρχὴν τῆς ἀγαθίδος ἐκδῆσαι περὶ τὸν ζυγὸν τῆς [τὸν̣] ἄνω θύρας καὶ ἀνελίσσοντα ἰέναι, μέχρις ἂν ἀφικῆται εἰς τὸν μυχόν. Καὶ ἐὰν αὐτὸν καθεύδοντα μάρψῃ, κρατήσαντα τῶν τριχῶν τῆς κεφαλῆς, τῷ Ποσειδῶνι θῦσαι, καὶ ἀπιέναι ὀπίσω ἀνελίσσοντα τὴν ἀγαθίδα. Ὁ δὲ Θησεὺς λαβὼν τὴν Ἀριάδνην εἰς τὴν ναῦν ἐμβάλλεται, καὶ τοὺς ἠϊθέους καὶ παρθένους οὐ δήπω φθάσαντας τῷ Μινωταύρῳ παρατεθῆναι. Καὶ ταῦτα ποιήσας, νυκτὸς μέσης ἀποπλεῖ. Προσορμίσας δὲ τῇ Δίᾳ νήσῳ, ἐκβὰς ἐπὶ τῆς ἠϊόνος μετακοιμᾶται. Καὶ αὐτῷ ἡ Ἀθηνᾶ παραστᾶσα, κελεύει τὴν Ἀριάδνην ἐᾷν, καὶ ἀφικνεῖσθαι εἰς Ἀθήνας. Συντόμως δὲ διαναστὰς ποιεῖ τοῦτο. Κατολοφυρομένης δὲ τῆς Ἀριάδνης ἡ Ἀφροδίτη ἐπιφανεῖσα θαῤῥεῖν αὐτῇ παραινεῖ· Διονύσου γὰρ ἔσεσθαι γυναῖκα, καὶ εὐκλεῆ γενέσθαι. Ὅθεν ὁ θεὸς ἐπιφανεὶς μίσγεται αὐτῇ. Καὶ δωρεῖται στέφανον αὐτῇ χρυσοῦν, ὃν αὖθις οἱ θεοὶ κατηστέρισαν τῇ τοῦ Διονύσου χάριτι. Ἀναιρεθῆναι δὲ αὐτὴν ὑπ ̓ Ἀρτέμιδος, προεμένην τὴν παρθενίαν. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.