Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 77
Not analysed yet
Κέφαλος ὁ Δηϊονέως γήμας Πρόκριν τὴν Ἐρεχθέως, ἐν τῇ Θοριέων κατῴκει. Θέλων δὲ τῆς γυναικὸς ἀποπειρᾶσθαι, λέγεται εἰς ἀποδημίαν ἐπὶ ἔτη ὀκτὼ, καταλιπὼν αὐτὴν ἔτι νύμφην οὖσαν. Ἔπειτα κατακοσμήσας, καὶ ἀλλοειδῆ ἑαυτὸν ποιήσας, ἔρχεται εἰς τὴν οἰκίαν, ἔχων κόσμον· καὶ πείθει τὴν Πρόκριν δέξασθαι τοῦτο, καὶ συμμιγῆναι αὐτῷ. Ἡ δὲ Πρόκρις ἐποφθαλμίσασα τῷ κόσμῳ, καὶ τὸν Κέφαλον ὁρῶσα κάρτα καλὸν, συγκοιμᾶται αὐτῷ. Ἐκφήνας δὲ ἑαυτὸν ὁ Κέφαλος, αἰτιᾶται τὴν Πρόκριν. Οὐ μὴν ἀλλὰ καταλλαγεὶς ἐξέρχεται ἐπὶ θήραν. Πυκνῶς δὲ αὐτοῦ τοῦτο δρῶντος, ὑπώπτευσεν ἡ Πρόκρις, ὅτι μίσγεται γυναικὶ ἑτέρᾳ. Προσκαλεσαμένη οὖν τὸν οἰκέτην ἔλεγεν εἰ σύνοιδεν. Ὁ δὲ θεράπων ἔφη τὸν Κέφαλον ἰδεῖν ἐπί τινος ὄρους κορυφὴν, καὶ λέγειν συχνῶς· ὦ Νεφέλα (Buttm. νεφέλη), παραγενοῦ. Καὶ τοῦτο μόνον συνειδέναι. Ἡ δὲ Πρόκρις ἀκούσασα ἔρχεται εἰς ταύτην τὴν κορυφὴν, καὶ κατακρύπτεται. Καὶ τὸ αὐτὸ λέγοντος αὐτοῦ πυθομένη, προστρέχει πρὸς αὐτόν. Ὁ δὲ Κέφαλος ἰδὼν αὐτὴν αἰφνιδίως, ἔξω ἑαυτοῦ γίνεται· καὶ ὥσπερ εἶχε βάλλει τῷ μετὰ χεῖρα ἀκοντίῳ τὴν Πρόκριν, καὶ κτείνει. Μεταπεμψάμενος δὲ τὸν Ἐρεχθέα, θάπτει πολυτελῶς αὐτήν. Ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ ἐν τῇ ζῇ (ἐν τῇ ἑβδόμῃ Buttm.) .