Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 78
Not analysed yet
Διὸς τὴν Ἀσωποῦ θυγατέρα Αἴγιναν ἀπὸ Φλιοῦντος εἰς Οἰνώνην διὰ τῆς Κορίνθου μεταβιβάσαντος, Σίσυφος ζητοῦντι τῷ Ἀσωπῷ τὴν ἁρπαγὴν ἐπιδεικνύει τέχνῃ, καὶ διὰ τοῦτο ἐπεσπάσατο εἰς ὀργὴν καθ ̓ ἑαυτοῦ τὸν Δία. Ἐπιπέμπει οὖν αὐτῷ τὸν Θάνατον. Ὁ δὲ Σίσυφος αἰσθόμενος Διὰ τοῦτο οὖν συνέβη οὐδένα τῶν ἀνθρώπων ἀποθνήσκειν, ἕως ἂν αὐτὸν Ἄρης τῷ Θανάτῳ παρέδωκε, καὶ τὸν Θάνατον τῶν δεσμῶν ἀπέλυσε· πρὶν ἢ δὲ ἀποθανεῖν τὸν Σίσυφον, ἐντέλλεται τῇ γυναικὶ Μερόπῃ, τὰ νενομισμένα μὴ πέμπειν εἰς ᾌδου. Καὶ μετὰ χρόνον οὐκ ἀποδιδούσης τῷ Σισύφῳ τῆς γυναικὸς, ὁ ᾍδης πυθόμενος, μεθίησιν αὐτὸν, ὡς τῇ γυναικὶ μεμψόμενον. Ὁ δὲ εἰς Κόρινθον ἀφικόμενος, οὐκ ἔτι ὀπίσω ἄγει, πρὶν ἢ γηραιὸν αὐτὸν ἀποθανόντα **κυλινδεῖν ἠνάγκασεν εἰς (Villois. ἐν) ᾍδου λίθον, πρὸς τὸ μὴ πάλιν ἀποδρᾶναι. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.