Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 79
Not analysed yet
Μαίρα, ἡ Προίτου τοῦ Θερσάνδρου θυγάτηρ καὶ Ἀντείας τῆς Ἀμφιάνακτος, ἐγένετο κάλλει διαπρεπεστάτη. Ἡγουμένη δὲ περὶ πλείονος τὴν παρθενίαν, εἵπετο τῇ Ἀτρέμιδι ἐπὶ τὰ κυνηγέσια. Ταύτης ἐρασθεὶς Ζεὺς ἀφικνεῖται ὡς αὐτὴν, καὶ λανθάνων διαφθείρει. Ἡ δὲ ἔγκυος γενομένη τίκτει Λοκρὸν τὸ ὄνομα παῖδα, ὃς Θήβας μετ ̓ Ἀμφίονος καὶ Ζήθου οἰκίζει. Τὴν δὲ Μαίραν λέγεται τοξευθῆναι ὑπὸ Ἀρτέμιδος, διὰ τὸ μηκέτι παραγίνεσθαι εἰς τὰ κυνηγέσια. Ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ.