Ancient Greek
Section 51
Philo Judaeus, De sacrificiis Abelis et Caini 51
Not analysed yet
παρὸ καὶ ἀκολουθεῖ „βδέλυγμα Αἰγυπτίων εἶναι πάντα προβάτων ποιμένα“ (Gen. 46,34)· τὸν γὰρ κυβερνήτην καὶ ὑφηγητὴν τῶν καλῶν ὀρθὸν λόγον βδελύττεται πᾶς φιλοπαθής, καθάπερ οἱ τῶν παίδων ἀφρονέστατοι τοὺς διδασκάλους καὶ παιδαγωγοὺς καὶ πάντα νουθετητὴν καὶ σωφρονιστὴν λόγον. Μωυσῆς δὲ „τὰ βδελύγματα Αἰγύπτου θύσειν τῷ θεῷ“ (Exod. 8, 26) φησί, τὰς ἀρετάς, ἄμωμα καὶ πρεπωδέστατα ἱερεῖα, ἃ βδελύττεται πᾶς ἄφρων. ὥστ’ εἰκότως ὁ τὰ ἄριστα ἐπὶ θεὸν ἀναφέρων Ἄβελ ποιμὴν κέκληται, ὁ δὲ ἐφ’ ἑαυτὸν καὶ τὸν ἴδιον νοῦν γῆς ἐργάτης ὁ Κάιν. τί δέ ἐστι τὸ γῆν ἐργάζεσθαι (Gen. 4, 2), διὰ τῶν προτέρων βιβλίων ἐδηλώσαμεν.