Ancient Greek · ~1 min
Section 52
Philo Judaeus, De sacrificiis Abelis et Caini 52
Not analysed yet
„Καὶ ἐγένετο μεθ’ ἡμέρας, ἤνεγκε Κάιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ“ (Gen. 4, 3). δύο ἐγκλήματα τοῦ φιλαύτου· ἓν μὲν τὸ „μεθ’ ἡμέρας“ ἀλλ’ οὐκ εὐθὺς εὐχαριστῆσαι θεῷ, ἕτερον δὲ τὸ „ἀπὸ τῶν καρπῶν“ ἀλλὰ μὴ ἀπὸ τῶν πρώτων καρπῶν, ὧν σύνθετον ὄνομα πρωτογεννήματα. ἑκατέραν δὲ τῶν αἰτιῶν ἐρευνήσωμεν, καὶ προτέραν γε τὴν προτέραν τῇ τάξει.