Ancient Greek · ~2 min
Section 69
Philo Judaeus, De sacrificiis Abelis et Caini 69
Not analysed yet
θεοῦ τιμή. Φαραὼ δὲ ὁ σκεδαστὴς τῶν καλῶν ἀχρόνων δυνάμεων φαντασίαν οὐχ οἷός τε ὢν δέξασθαι, τὰ ψυχῆς ὄμματα πεπηρωμένος, οἷς μόνοις αἱ ἀσώματοι καταλαμβάνονται φύσεις, οὐδὲ ὠφεληθῆναι δι’ ἀχρόνων ὑπομένει, ἀλλὰ ταῖς ἀψύχοις δόξαις, λέγω δὲ „βατράχοις“, πιεσθεὶς ἦχον καὶ ψόφον ἔρημον καὶ κενὸν πραγμάτων ἀποτελούσαις, εἰπόντος Μωυσέως „τάξαι πρὸς μέ, πότε εὔξομαι περὶ σοῦ καὶ τῶν θεραπόντων σου, ἀφανίσαι τοὺς βατράχους“ (Exod. 8, 9), δέον ἐν ἀνάγκαις σφοδραῖς ὄντα εἰπεῖν „εὐθὺς εὔχου“, ὑπερτίθεται λέγων „εἰς αὔριον“, ἵνα διὰ πάντων τὴν ὁμαλότητα τῆς ἀθεότητος διαφυλάξῃ. τοῦτο σχεδὸν ἅπασι παρακολουθεῖ τοῖς ἐπαμφοτερισταῖς,