Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 120-4
Not analysed yet
τοὺς περὶ τὰ κυνηγέσια δεινοὺς καὶ βάλλειν θῆρας εὐσκόπως ἐπισταμένους, ἥκιστα διαμαρτάνοντας, καὶ ἐπ’ εὐθήροις ἄγραις ὑψαυχενοῦντας καὶ μάλισθ’ ὅταν σὺν τοῖς κυνηγοῖς ἀνδράσιν ὁμοῦ καὶ σκύλαξι διανέμωσι τὰ μέρη τῶν ἑαλωκότων, ἐπαινοῦσι μὲν οἱ πολλοὶ τῶν παρ’ Ἕλλησι καὶ βαρβάροις νομοθετῶν ὡς οὐκ ἀνδρείους μόνον ἀλλὰ καὶ κοινωνικοὺς τὸ ἦθος, μέμψαιτο δ’ ἄν [τις] εἰκότως ὁ τῆς ἱερᾶς εἰσηγητὴς πολιτείας, ἄντικρυς ἀπειρηκὼς θνησιμαίων καὶ θηριαλώτων ἀπόλαυσιν διὰ τὰς εἰρημένας αἰτίας.