Ancient Greek · ~4 min
13 to 15
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 13-2-15
Not analysed yet
Κλέπτης δέ τίς ἐστι καὶ ὁ ἀνδραποδιστής, ἀλλὰ τοῦ πάντων ἀρίστου, ὅσα ἐπὶ γῆς εἶναι συμβέβηκεν. τὰ μὲν οὖν ἄψυχα καὶ τῶν ζῴων ἃ μὴ μεγάλας ὠφελείας παρέχεται τῷ βίῳ διπλᾶ προστέταχεν ἀποδίδοσθαι παρὰ τῶν ὑφελομένων τοῖς κυρίοις, ὡς ἐλέχθη πρότερον, καὶ πάλιν τετραπλάσια καὶ πενταπλάσια ἐν ταῖς ἡμερωτάταις ἀγέλαις βοῶν τε καὶ προβάτων. ἄνθρωπος δέ, ὡς ἔοικε, τὸν καλλιστεύοντα κλῆρον ἔλαχεν ἐν ζῴοις, ἀγχίσπορος ὢν θεοῦ καὶ συγγενὴς κατὰ τὴν πρὸς λόγον κοινωνίαν, ὃς αὐτὸν καίτοι θνητὸν εἶναι δοκοῦντα ἀπαθανατίζει. διὸ καὶ πᾶς, ὅτῳ ζῆλος ἀρετῆς εἰσέρχεται, τραχύς ἐστι τὴν ὀργὴν καὶ παντελῶς ἀμείλικτος κατὰ ἀνδραποδιστῶν, οἳ δουλείαν ἕνεκα κέρδους ἀδικωτάτου τοῖς γένει μὲν ἐλευθέροις φύσεως δὲ μετέχουσι τῆς αὐτῆς ἐπάγειν τολμῶσιν. εἰ γὰρ ἐπαινετὸν πρᾶγμα δεσπόται ποιοῦσιν οἰκότριβας καὶ ἀργυρωνήτους, πολλάκις οὐκ ἐν μεγάλοις ὀνήσαντας, τῆς κατεχούσης δουλείας ἀπαλλάττοντες ἕνεκα φιλανθρωπίας ᾗ κέχρηνται, πόσης ἄξιοι κατηγορίας τυγχάνειν εἰσὶν οἱ τὸ πάντων ἄριστον κτῆμα, τὴν ἐλευθερίαν, ἀφαιρούμενοι τοὺς ἔχοντας, ὑπὲρ ἧς ἀποθνῄσκειν καλὸν τοῖς γεννηθεῖσιν εὖ καὶ τραφεῖσιν;