Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 140-2
Not analysed yet
ὅτῳ δ’ ἐξεγένετο τυπώσασθαι ἐν τῷ τῆς ψυχῆς ὄμματι μὴ ἡσυχάζοντα ἀλλὰ κινούμενα καὶ ταῖς κατὰ φύσιν ἐνεργείαις χρώμενα, τέλειος ἀνὴρ ἀναγεγράφθω, μηκέτι ἐν τοῖς γνωρίμοις καὶ μαθηταῖς ἐξεταζόμενος, ἀλλ’ ἐν διδασκάλοις καὶ ὑφηγηταῖς, καὶ παρεχέτω τοῖς ἐθέλουσιν ἀρύεσθαι τῶν νέων ὥσπερ ἀπὸ πηγῆς τῶν λόγων καὶ δογμάτων ἄφθονον νᾶμα· κἂν τῶν ἀτολμοτέρων τις ὑπ’ αἰδοῦς μέλλῃ καὶ βραδύνῃ προσέρχεσθαι μαθησόμενος, αὐτὸς ἰὼν ἐπαντλείτω καὶ ἐποχετευέτω ταῖς ἀκοαῖς ἀθρόας ὑφηγήσεις, ἄχρις ἂν αἱ δεξαμεναὶ τῆς ψυχῆς γεμισθῶσι.