Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 154
Not analysed yet
καὶ πρὸς εὔπλοιαν καὶ σωτηρίαν τῶν θαλαττευόντων οὐχ ὁ λαχὼν κυβερνᾶν εὐθὺς ἐπὶ πρύμναν παραπέμπεται, δι’ ἀνεπιστημοσύνης ἐργασόμενος ἐν εὐδίᾳ καὶ γαλήνῃ χειροποίητα ναυάγια, ἀλλ’ ὅστις ἂν ἐκ πρώτης ἡλικίας τὴν κυβερνητικὴν τέχνην ἐπιμελῶς φαίνηται δεδιδαγμένος· οὗτος δ’ ἐστὶν ὁ πολλάκις μὲν πεπλευκώς, τὰ δὲ σύμπαντα ἢ πλεῖστα πελάγη περαιωσάμενος, ἐμπόρια δὲ καὶ λιμένας καὶ ὑφόρμους καὶ ὑποδρόμους τοὺς ἔν τε νήσοις καὶ ἠπείροις ἐπιμελῶς ἐξητακὼς καὶ μᾶλλον ἢ οὐχ ἧττον τῶν κατὰ γῆν ὁδῶν τὰς κατὰ θάλατταν ἀτραποὺς ἐπιστάμενος ἐκ τῆς ἀκριβοῦς θέας τῶν οὐρανίων·