Ancient Greek
155 to 156
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 155-2-156
Not analysed yet
παρατηρήσας γὰρ τὰς χορείας τῶν ἀστέρων καὶ ἐπακολουθήσας αὐτῶν ταῖς τεταγμέναις κινήσεσιν ἐν ἀνοδίαις ἴσχυσεν ἀπλανεῖς καὶ λεωφόρους ὁδοὺς ἀνατεμεῖν, ἵνα —τὸ πάντων ἀπιστότατον πραγμάτων —ἡ χερσαία φύσις διὰ πλωτῆς οἵα τε ᾖ περαιοῦσθαι. πόλεις δέ τις μεγάλας καὶ πολυανθρώπους, μεστὰς οἰκητόρων, καὶ πολιτείας ἐγχειρίζεσθαι μέλλων καὶ πραγμάτων ἰδιωτικῶν τε καὶ δημοσίων καὶ ἱερῶν ἐπιμέλειαν, ἣν οὐκ ἂν ἁμάρτοι τις εἰπὼν τέχνην τεχνῶν εἶναι καὶ ἐπιστήμην ἐπιστημῶν, πρὸς ἄστατον κλήρου φορὰν ταλαντεύσει τὴν ἀκριβῆ βάσανον τῆς ἀληθείας