Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 157-3
Not analysed yet
φυγών; ἀληθείας δὲ βάσανος αἱ σὺν λόγῳ πίστεις. ταῦτ’ οὖν τῇ ψυχῇ θεασάμενος ὁ πάνσοφος Μωυσῆς κληρωτῆς μὲν ἀρχῆς οὐδὲ μέμνηται, τὰς δὲ χειροτονητὰς εἰσηγεῖσθαι διενοήθη. φησὶ γοῦν· καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα οὐκ ἀλλότριον, ἀλλ’ ἐκ τῶν σῶν ἀδελφῶν, δηλῶν ἐθελούσιον αἵρεσιν καὶ δοκιμασίαν ἀνεπίληπτον ἄρχοντος, ἣν σύμπασα ἡ πληθὺς ὁμογνωμονοῦσα ποιήσει. προσεπιψηφιεῖται δὲ τὴν αἵρεσιν ἐπισφραγιζόμενος καὶ ὁ τῶν κοινωφελῶν ἁπάντων βεβαιωτὴς θεός, ἐκλογήν τινα τοῦ γένους ὑπολαβὼν εἶναι τὸν ἄνθρωπον ὡς ὄψιν