Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 158-3
Not analysed yet
ἐν σώματι. τὰς δ’ αἰτίας τοῦ μὴ δεῖν ἀλλότριον αἱρεῖσθαι πρὸς ἀρχὴν διττὰς ὑπογράφει, τὴν μὲν ἵνα μὴ πλῆθος ἀργυρίου καὶ χρυσίου καὶ θρεμμάτων συναγάγῃ πολὺν πλοῦτον καὶ πάντα ἄδικον ἐκ τῆς πενίας τῶν ὑπηκόων θησαυρισάμενος, τὴν δ’ ἵνα μὴ τὸ ἔθνος ἐκ τῆς οἰκείας χώρας ἀναστήσας ἕνεκα τῶν ἰδίων πλεονεξιῶν ἀναγκάζῃ μετανίστασθαι κατὰ πλάνον ἀνήνυτον ὧδε κἀκεῖσε φορούμενον, ὑποβαλὼν ἀτελεῖς ἐλπίδας μειζόνων ἀγαθῶν κτήσεως, εἰς ἀφαίρεσιν ὧν ἤδη βεβαίως ἐκαρποῦτο.