Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 159-4
Not analysed yet
προϋπέλαβε γάρ, ὡς εἰκός, τὸν ὁμόφυλον καὶ συγγενῆ μετέχοντα τῆς πρὸς τὴν ἀνωτάτω συγγένειαν οἰκειότητος —ἡ δ’ ἀνωτάτω συγγένειά ἐστι πολιτεία μία καὶ νόμος ὁ αὐτὸς καὶ εἷς θεός, ᾧ πάντες οἱ ἀπὸ τοῦ ἔθνους προσκεκλήρωνται, —μηδέποτε τὰ παραπλήσια τοῖς προλεχθεῖσι διαμαρτεῖν, ἀλλ’ ἔμπαλιν ἀντὶ μὲν τοῦ μεθορμίζειν τοὺς οἰκήτορας καὶ τοῖς ἐν τῇ ξένῃ σποράσιν ἀσφαλῆ κάθοδον παρέξειν, ἀντὶ δὲ τοῦ τὰ τῶν ἄλλων ἀφαιρεῖσθαι χρήματα προσεπιδώσειν τοῖς δεομένοις τὴν ἰδίαν οὐσίαν ἀποφήναντα κοινήν.