Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 160-4
Not analysed yet
Ἀφ’ ἧς δ’ ἂν ἡμέρας παρέλθῃ τις ἐπὶ τὴν ἀρχήν, κελεύει τὴν Ἐπινομίδα αὐτοχειρίᾳ γράψαι κεφαλαιώδη τύπον περιέχουσαν ἁπάντων τῶν νόμων, βουλόμενος ἔγκολλα τῇ ψυχῇ τὰ διατεταγμένα γενέσθαι· τοῦ μὲν γὰρ ἀναγινώσκοντος ὑπορρεῖ τὰ νοήματα τῇ φορᾷ παρασυρόμενα, τῷ δὲ γράφοντι κατὰ σχολὴν ἐνσφραγίζεται καὶ ἐνιδρύεται, τῆς διανοίας ἐνευκαιρούσης ἑκάστῳ καὶ ἐπερειδούσης ἑαυτὴν καὶ μὴ μετιούσης ἐφ’ ἕτερον, πρὶν ἢ περιδράξασθαι τοῦ προτέρου βεβαίως. ὅταν μέντοι γράψῃ, πειράσθω καθ’ ἑκάστην ἡμέραν ἐντυγχάνειν καὶ ἀναγινώσκειν,