Ancient Greek · ~2 min
161 to 162
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 161-3-162
Not analysed yet
ὑπέρ τε συνεχοῦς καὶ ἀδιαστάτου μνήμης καλῶν καὶ συμφερόντων ἅπασι διαταγμάτων καὶ ὑπὲρ τοῦ βέβαιον ἔρωτα καὶ πόθον αὐτῶν ἐγγενέσθαι, τῆς ψυχῆς ἀεὶ διδασκομένης καὶ ἐξεθιζομένης ἐνομιλεῖν νόμοις ἱεροῖς· αἱ γὰρ μακροχρόνιοι συνήθειαι φιλίαν ἄδολον καὶ καθαρὰν οὐ πρὸς ἀνθρώπους μόνον ἀλλὰ καὶ πρὸς ἰδέας ἀξιεράστους γραμμάτων ἀποτελοῦσι. τουτὶ δὲ συμβήσεται, ἐὰν μὴ ἑτέρου γράμμασι καὶ ὑπομνήμασιν ὁ ἄρχων ἀλλ’ οἷς αὐτὸς ἔγραψεν ἐντυγχάνῃ· τὰ γὰρ ἴδιά πως ἑκάστοις γνωριμώτερα καὶ πρὸς ἀναλήψεις ἑτοιμότερα.