Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 163-3
Not analysed yet
καὶ ἄλλως ἀναγινώσκων ἅμα λογισμὸν ἕξει τοιοῦτον· „ἐγὼ ταῦτ’ ἔγραψα ὁ τοιοῦτος ἄρχων, μὴ ἑτέρῳ προσχρησάμενος ὑπηρετῶν μυρίων ὄντων· ἆρ’ ὅπως βιβλίον ἀποπληρώσω, καθάπερ οἱ μισθοῦ γράφοντες ἢ οἱ γυμνάζοντες ὀφθαλμούς τε καὶ χεῖρας, τοὺς μὲν εἰς ὀξυωπίαν, τὰς δ’ ἵνα ὦσιν ὀξυγράφοι; —πόθεν; οὐκ ἔστιν —ἀλλ’ ὅπως αὐτὰ ἐν βιβλίῳ γράφων εὐθὺς εἰς τὴν ψυχὴν μεταγράφω καὶ ἐναπομάττωμαι τῇ διανοίᾳ θειοτέρους καὶ ἀνεκπλύτους χαρακτῆρας.