Ancient Greek · ~6 min
164 to 169
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 164-2-169
Not analysed yet
οἱ μὲν οὖν ἄλλοι βασιλεῖς βακτηρίας ἔχοντες σκηπτροφοροῦσιν, ἐμοὶ δὲ τὸ σκῆπτρόν ἐστιν ἡ βίβλος τῆς Ἐπινομίδος, καύχημα καὶ κλέος ἀνανταγώνιστον, παράσημον ἡγεμονίας ἀνεπιλήπτου πρὸς ἀρχέτυπον τὴν τοῦ θεοῦ βασιλείαν ἀπεικονισθείσης. ἀεὶ δ’ ἐπερειδόμενος καὶ σκηριπτόμενος τοῖς ἱεροῖς νόμοις κτήσομαι δύο τὰ πάντων ἄριστα· ἓν μὲν ἰσότητα, ἧς μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν· ἀλαζονεία γὰρ καὶ τὸ ὑπέραυχον ὀλιγόφρονος ψυχῆς τὸ μέλλον οὐ προορωμένης. ἰσότης μὲν οὖν τὴν ἐκ τῶν ὑπηκόων εὔνοιαν καὶ ἀσφάλειαν ἀμοιβὰς δικαίας ἀντεκτινόντων ἀπεργάσεται, τὸ δ’ ἄνισον κινδύνους σφαλερωτάτους. τούτους μὲν ἀποδράσομαι μισήσας τὴν χορηγὸν σκότους καὶ πολέμων ἀνισότητα, βίον δ’ ἀνεπιβούλευτον ἕξω τὴν ἀστασίαστον ἰσότητα τιμήσας, ἣ γεννᾷ φῶς καὶ εὐστάθειαν. ἕτερον δὲ περιποιήσομαι τὸ |μὴ ἐπὶ θάτερα καθάπερ ἐπὶ τρυτάνης ἀντιρρέπειν ἐκτρέπων καὶ πλαγιάζων τὰ διατεταγμένα· πειράσομαι δ’ ἄγειν αὐτὰ διὰ λεωφόρου τῆς μέσης ὀρθαῖς καὶ ἀρτίαις βάσεσι χρησάμενος πρὸς μετουσίαν ἀπταίστου βίου. “βασιλικὴν δ’ εἴωθε Μωυσῆς ὀνομάζειν ὁδὸν τὴν μέσην, ὑπερβολῆς καὶ ἐλλείψεως οὖσαν μεθόριον, καὶ ἄλλως ἐπειδὴ τὸ μέσον ἐν τριάδι τὴν ἡγεμονίδα τάξιν εἴληχεν, ἁρμοζόμενον τὰ παρ’ ἑκάτερα εἰς ἕνωσιν ἀδιαλύτῳ δεσμῷ, ὑφ’ ὧν καὶ δορυφορεῖται τρόπον βασιλέως. νομίμου δ’ ἄρχοντος ἰσότητα τιμῶντος, ἀδεκάστου, τὰ δίκαια κρίνοντος δικαίως (Deut. 16,20), ἐμμελετῶντος ἀεὶ τοῖς νόμοις, ἆθλον εἶναί φησι τὴν μακροχρόνιον ἡγεμονίαν, οὐχ ἵνα πολυετῆ ζωὴν αὐτῷ χαρίσηται μετὰ τοῦ τὰ κοινὰ πρυτανεύειν, ἀλλ’ ἵνα ἀναδιδάξῃ τοὺς ἀγνοοῦντας, ὅτι ὁ νόμιμος ἄρχων, κἂν τελευτήσῃ, βίον ζῇ μακραίωνα διὰ τῶν πράξεων, ἃς ἀθανάτους ἀπολέλοιπε μνημεῖα καλοκἀγαθίας ἀκαθαίρετα.