Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 170-2
Not analysed yet
Προσήκει δὲ τῷ τῆς ἀνωτάτω καὶ μεγίστης ἀρχῆς ἀξιωθέντι αἱρεῖσθαι διαδόχους, οἳ συνάρξουσι καὶ συνδικάσουσι καὶ τἄλλα ὅσα κοινωφελῆ συνδιοικήσουσιν. εἷς γὰρ οὐκ ἂν ἐξαρκέσαι, κἂν προθυμότατος ᾖ καὶ πάντων ἐρρωμενέστατος ἑκάτερον, σῶμα καὶ ψυχήν, πρὸς τὰ μεγέθη καὶ πλήθη τῶν πραγμάτων, ἀπειρηκὼς τῇ φορᾷ τῶν ἐπιχεομένων καθ’ ἑκάστην ἡμέραν ἀλλαχόθεν ἄλλων, εἰ μὴ τοὺς συλληψομένους ἔχοι, πάντας ἀριστίνδην ἐπιλελεγμένους φρονήσει, δυνάμει, δικαιοσύνῃ, θεοσεβείᾳ, τῷ μὴ ἐκτρέπεσθαι μόνον ἀλλὰ καὶ μισεῖν ὡς ἐχθρὸν καὶ μέγιστον κακὸν ἀλαζονείαν.