Ancient Greek
171 to 172
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 171-2-172
Not analysed yet
βοηθοὶ γὰρ οὗτοι καὶ παραστάται γένοιντ’ ἂν ἀνδρὶ καλῷ κἀγαθῷ τὰ κοινὰ ἐπηχθισμένῳ συνεπικουφίζειν καὶ ἐπελαφρίζειν ἐπιτηδειότατοι. καὶ ἄλλως, ἐπειδὴ τῶν ὑποθέσεων αἱ μέν εἰσι μείζους, αἱ δὲ βραχύτεραι, τὰς μὲν ἐλάττους, ἵνα μὴ περὶ μικρὰ τρίβηται, τοῖς ὑπάρχοις ἐνδίκως ἂν ἐπιτρέψαι, τῶν δὲ μειζόνων ἀναγκαίως αὐτὸς ἂν γένοιτο ἐξεταστὴς ἀκριβέστατος. μεγάλας δ’ ὑποληπτέον ὑποθέσεις οὐχ ἃς οἴονταί τινες, ὅταν ἔνδοξοι πρὸς ἐνδόξους διαφέρωνται καὶ πλούσιοι πρὸς πλουσίους καὶ ἡγεμόνες πρὸς ἡγεμόνας, ἀλλ’ ἔμπαλιν ὅταν ἰδιῶται καὶ ἄποροι καὶ ἄδοξοι πρὸς δυνατωτέρους, οἷς πρὸς τὸ μηδὲν ἀνήκεστον παθεῖν μία ἐλπὶς ὁ δικαστής.