Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 173-4
Not analysed yet
ἑκατέρου δὲ τῶν εἰρημένων σαφῆ παραδείγματα εὑρεῖν ἔστιν ἐν τοῖς ἱεροῖς νόμοις, ἃ μιμεῖσθαι καλόν. ἦν γάρ ποτε χρόνος, ἐν ᾧ μόνος αὐτὸς ἐβράβευε τὰ περὶ δίκας Μωυσῆς ἕωθεν εἰς νύκτα πονούμενος· ἀλλ’ αὖθις ἀφικόμενος ὁ πενθερὸς καὶ συνιδὼν ὅσῳ βάρει πιέζεται πραγμάτων, ἐπισυρρεόντων ἀεὶ τῶν τὰς ἀμφισβητήσεις ἐχόντων, ἄριστα συνεβούλευσεν ἑλέσθαι διαδόχους, ἵν’ οἱ μὲν τὰ βραχύτερα κρίνωσιν, αὐτὸς δ’ ἐφεδρεύῃ τοῖς μείζοσι καιροὺς εἰς ἀνάπαυλαν αὑτῷ διδούς.