Ancient Greek
174 to 177
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 174-2-177
Not analysed yet
πεισθεὶς δὲ τοῖς λεγομένοις —καὶ γὰρ ἦν συμφέροντα —τοὺς δοκιμωτάτους ἐξ ἅπαντος τοῦ πλήθους ἑλόμενος ὑπάρχους ἅμα καὶ δικαστὰς καθίστησι, κελεύσας τὰς μείζους κρίσεις ἐπ’ αὐτὸν ἀνάγειν. ταύτην τὴν πρόσταξιν ἀνάγραπτον αἱ ἱεραὶ βίβλοι περιέχουσιν εἰς τὴν τῶν καθ’ ἑκάστην γενεὰν ἀρχόντων διδασκαλίαν, ἵνα πρῶτον μὲν μὴ ἀποδοκιμάζωσι συμβούλους ὡς ἱκανοὶ πάντα περιαθρεῖν, Μωυσέως οὐκ ἀποδοκιμάσαντος τοῦ πανσόφου καὶ θεοφιλοῦς, ἔπειτα δὲ ἵνα δευτέρους καὶ τρίτους ἡγεμόνας αἱρῶνται, φροντίζοντες τοῦ μὴ περὶ μικρὰ τριβόμενοι τῶν ἀναγκαιοτέρων ἀμελεῖν· ἀμήχανον γὰρ ἐφ’ ἅπαντα φθάνειν φύσιν ἀνθρωπίνην. ἓν μὲν δὴ τῶν παραδειγμάτων μεμήνυται· τοῦ δὲ δευτέρου τὴν πίστιν ἐφαρμοστέον. μεγάλας ἔφην εἶναι δίκας τὰς τῶν ταπεινοτέρων· ἀσθενὲς δὲ καὶ ταπεινὸν χήρα καὶ ὀρφανὸς καὶ ἐπήλυτος· τούτοις χρὴ δικάζειν τὸν ἀνωτάτω βασιλέα καὶ τὴν ἐφ’ ἅπασιν ἀναψάμενον ἀρχήν, ἐπεὶ κατὰ Μωυσέα καὶ ὁ τῶν ὅλων ἡγεμὼν θεὸς οὐκ ἐσκοράκισεν αὐτοὺς τῆς ἀφ’ αὑτοῦ δικαιονομίας. ὑμνήσας γὰρ τὰς τοῦ ὄντος ἀρετὰς ὁ ἱεροφάντης τὸν τρόπον τοῦτον· „ὁ θεὸς ὁ μέγας καὶ κραταιός, ὅστις οὐ θαυμάζει πρόσωπον οὐδὲ μὴ λάβῃ δῶρον ποιῶν κρίσιν” (Deut. 10, 17. 18), ἐπιλέγει —τίσιν ἡ κρίσις; οὐ σατράπαις καὶ τυράννοις καὶ γῆς καὶ θαλάττης ἀναψαμένοις τὸ κράτος, ἀλλ’ „ἐπηλύτῳ καὶ ὀρφανῷ καὶ χήρᾳ”·