Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 178-4
Not analysed yet
τῷ μὲν ὅτι τοὺς συγγενεῖς, οὓς μόνους εἰκὸς ἔχειν συναγωνιστάς, ἐχθροὺς ἀσυμβάτους εἰργάσατο ἑαυτῷ μεταναστὰς εἰς ἀλήθειαν καὶ τὴν τοῦ ἑνὸς τιμίου τιμὴν ἀπὸ μυθικῶν πλασμάτων καὶ πολυαρχίας, ἃ γονεῖς καὶ πάπποι καὶ πρόγονοι καὶ πάντες οἱ ἀφ’ αἵματος τοῦ στειλαμένου τὴν καλὴν ἀποικίαν ταύτην ἐξετίμησαν· τῷ δ’ ἐπειδὴ πατρὸς καὶ μητρὸς τῶν ἐκ φύσεως βοηθῶν καὶ ὑπερμάχων ἐστέρηται, δυνάμεως τῆς μόνης εἰς συμμαχίαν ἀναγκαίας ἐρημωθείς· τῇ δ’ ὅτι τὸν διαδεξάμενον ἄνδρα τὴν τῶν γονέων ἐπιμέλειαν καὶ προστασίαν ἀφῄρηται· γυναικὶ γὰρ ἀνὴρ εἰς κηδεμονίαν, ὥσπερ γονεῖς παρθένῳ.