Ancient Greek · ~2 min
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 179-3
Not analysed yet
σχεδὸν δὲ καὶ τὸ σύμπαν Ἰουδαίων ἔθνος ὀρφανοῦ λόγον ἔχει συγκρινόμενον τοῖς ἁπανταχοῦ πᾶσι· τὰ μὲν γάρ, ὁπότε μὴ θεήλατοι κατασκήπτοιεν συμφοραί, διὰ τὰς ἐν τοῖς ἔθνεσιν ἐπιμιξίας οὐκ ἀπορεῖ βοηθῶν κοινοπραγούντων, τῷ δ’ ἥκιστά τις συναγωνίζεται νόμοις ἐξαιρέτοις χρωμένῳ· σεμνοὶ δ’ εἰσὶν ἐξ ἀνάγκης, ἅτε πρὸς τὴν ἄκραν ἀρετὴν ἀλείφοντες· τὸ δὲ σεμνὸν αὐστηρόν, τοῦτο δ’ ὁ πολὺς ὅμιλος ἀνθρώπων ἀποστρέφεται διὰ τὴν ἡδονῆς ἀποδοχήν.