Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 200-2
Not analysed yet
„ὦ κενοὶ φρενῶν, λήσεσθαι νομίζετε γέλωτα ἡγούμενοι τὰς ἐκείνων συμφορὰς καὶ εἰς ταῦτα ἐξαμαρτάνοντες, περὶ ἃ συμβέβηκεν ἀτυχεῖν αὐτοῖς, ὦτα μὲν διὰ κακηγοριῶν, ὀφθαλμοὺς δὲ διὰ τῶν ἐν ποσὶν ὀλίσθων; τὸν δὲ πάντων ἔφορον καὶ δίοπον θεὸν οὐδέποτε λήσεσθε κακοπραγίαις ἀθλίων ἀνθρώπων ἐπεμβαίνοντες, ὡς τὰς ὁμοίας κῆρας οὐκ ἐνδεξόμενοι, σῶμα μὲν πάσαις ἁλωτὸν νόσοις περιφέροντες, αἰσθήσεις δ’ ἐπικήρως ἐχούσας, αἳ μικρᾶς ἕνεκα καὶ τῆς τυχούσης προφάσεως οὐκ ἀμαυροῦνται μόνον, ἀλλὰ καὶ ἀνιάτους ὑπομένουσι πηρώσεις. “