Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 201-3
Not analysed yet
τοὺς οὖν ἐπιλελησμένους μὲν ἑαυτῶν, ἐπικυδεστέρους δ’ οἰομένους εἶναι τῆς φυσικῆς ἀνθρώπων ἀσθενείας, ἐκπεφευγέναι δὲ τὰς ἀδήλους καὶ ἀτεκμάρτους τῆς τύχης ἐπιβουλάς, ἣ πολλάκις αἰφνιδίους σκηπτοὺς ἐπέρριψε καὶ εὐπλοίᾳ βίου χρωμένους μόνον οὐκ ἐν αὐτοῖς λιμέσιν εὐδαιμονίας κατέκλυσε, τί δεῖ μεγαλαυχεῖν καὶ ἐπεμβαίνειν συμφοραῖς ἑτέρων, μηδὲ τὴν πάρεδρον δίκην τοῦ πάντων ἡγεμόνος αἰδουμένους, ᾗ θέμις ἀκοιμήτοις καὶ ὀξυωπεστάτοις ὄμμασι καὶ τὰ ἐν μυχοῖς ὡς ἐν ἡλίῳ καθαρῷ περιαθρεῖν;