Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 202-3
Not analysed yet
οὗτοί μοι δοκοῦσι μηδ’ ἂν τετελευτηκότων ἀποσχέσθαι δι’ ὑπερβολὴν ὠμότητος, ἀλλὰ (τὸ λεγόμενον δὴ τοῦτο παρὰ τοῖς πολλοῖς) μὴ ἂν ὀκνῆσαι νεκροὺς ἐπισφάττειν, ἐπεὶ καὶ μέρεσι τοῖς τρόπον τινὰ προτεθνηκόσιν ἐναλύειν καὶ ἐνυβρίζειν ἀξιοῦσιν —ὀφθαλμοί τε γὰρ μὴ βλέποντες νεκροὶ καὶ ὦτα μὴ ἀκούοντα —,ὥστ’ εἰ καὶ οὗ μέρη ταῦτ’ ἐστὶν ἐξ ἀνθρώπων ἀφανισθείη, τὸ ἀνηλεὲς καὶ ἀσύμβατον ἐπιδείξονται, μηδὲν ἀνθρώπινον καὶ συμπαθὲς δράσαντες, ἃ τετελευτηκόσι καὶ πρὸς ἐχθρῶν ἐν ἀκηρύκτοις πολέμοις σῴζεται. ταῦτα μὲν ἐπὶ τοσοῦτον.