Ancient Greek
ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ EN ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ TPIA ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, TO ΟΓΔΟΟΝ ΚΑΙ TO ENATON ΚΑΙ TO ΔΕΚΑΤΟΝ, TO ΠΕΡΙ ΤΟΥ MH ΚΛΕΠΤΕΙΝ ΚΑΙ ΨΕΥΔΟΜΑΡΤΓΡΕΙΝ KAI ΜΗ ΕΠΙΘΥΜΕΙΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΕΙΣ ΕΚΑΣΤΟΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ, ΚΑΙ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΣ, Η ΠΑΣΙ ΤΟΙΣ ΔΕΚΑ ΛΟΓΙΟΙΣ ΕΦΑΡΜΟΖΕΙ, Ο ΕΣΤΙ ΤΗΣ ΟΛΗΣ ΣΥΝΤΑΞΕΩΣ
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 203-3
Not analysed yet
Ἁρμονίαν δέ τινα στοιχηδὸν ἑξῆς τίθησιν ὁμοιοτρόπων παραγγελμάτων, φάσκων τὰ κτήνη μὴ ὀχεύειν ἑτεροζύγοις, τὸν ἀμπελῶνα μὴ κατασπείρειν δίφορον, ἱμάτιον ἐκ δυοῖν ὑφασμένον, κίβδηλον ἔργον, μὴ ἀμπέχεσθαι. λέλεκται δὲ τὸ μὲν πρῶτον ἐν τοῖς κατὰ μοιχῶν, πρὸς ἔμφασιν τρανοτέραν τοῦ μὴ δεῖν ἀλλοτρίοις γάμοις ἐφεδρεύειν, φθείροντας μὲν ἤθη γυναικῶν, φθείροντας δὲ καὶ τὰς ἐπὶ τέκνων σπορᾷ γνησίων χρηστὰς ἐλπίδας· ὁ γὰρ τὰς ἐν ἀλόγοις ζῴοις ἑτερογενῶν ὀχείας ἀπηγορευκὼς ἔοικε πόρρωθεν ἀνακοπὴν μοιχῶν ἐργάζεσθαι.