Ancient Greek
204 to 205
Philo Judaeus, De specialibus legibus (lib. i‑iv) 204-2-205
Not analysed yet
λεκτέον δὲ καὶ νῦν ἐν τοῖς περὶ δικαιοσύνης· τὸ γὰρ αὐτὸ πλείοσιν ἐφαρμόττειν, εἰ δύναιτό πως, οὐ παρετέον. ἔστιν οὖν δίκαιον εἰς ταὐτὸν ἄγειν τὰ δυνάμενα κοινωνεῖν· τὰ δ’ ὁμογενῆ πέφυκεν εἰς κοινωνίαν, ἐπεὶ καὶ ὅσα ἑτερογενῆ κατὰ τοὐναντίον ἄμικτα καὶ ἀκοινώνητα, οἷς ὁ μηχανώμενος ἐκθέσμους ὁμιλίας ἄδικος, νόμον φύσεως ἀναιρῶν. ὁ δ’ ὄντως ἱερὸς νόμος τοσαύτῃ προμηθείᾳ κέχρηται τοῦ δικαίου, ὥστ’ οὐδ’ ἄροτον γῆς ἐπιτρέπει ποιεῖσθαι διὰ τῶν τὴν ἰσχὺν ἀνίσων, ἀλλ’ ἐν ταὐτῷ καταζεύξαντας ὄνον τε καὶ μόσχον ἀροτριᾶν ἐκώλυσεν, ἵνα μὴ περιττῇ δυνάμει τοῦ μᾶλλον ἐρρωμένου τὸ ἀσθενέστερον ἁμιλλᾶσθαι βιασθὲν ἀπείπῃ καὶ προκάμῃ.